TLG 1171 001 :: APOLLONIUS :: Fragmenta ex libro adversus Cataphrygas seu Montanistas APOLLONIUS Scr. Eccl. Fragmenta ex libro adversus Cataphrygas seu Montanistas Citation: Fragment — (line) | ||
t | APOLLONII, QUI VERGENTE AD FINEM SAECULO SECUNDO FLORUIT. FRAGMENTA. | |
5 | EX LIBRO ADVERSUS CATAPHRYGAS, SEU MONTANISTAS. | |
---|---|---|
1 | Ἀλλὰ τίς ἐστιν οὗτος ὁ πρόσφατος διδάσκαλος· (de Montano sermo est) τὰ ἔργα αὐτοῦ καὶ ἡ διδασκαλία δείκνυσιν. οὗτός ἐστιν ὁ διδάξας λύσεις γάμων· ὁ νη‐ στείας νομοθετήσας· ὁ Πέπουζαν καὶ Τύμιον Ἱερου‐ | |
5 | σαλὴμ ὀνομάσας, (πόλεις δὲ εἰσὶν αὗται μικραὶ τῆς Φρυγίας) τοὺς πανταχόθεν ἐκεῖ συναγαγεῖν ἐθέλων· ὁ πρακτῆρας χρημάτων καταστήσας· ὁ ἐπ’ ὀνόματι προσ‐ φορῶν, τὴν δωροληψίαν ἐπιτεχνώμενος· ὁ σαλάρια χο‐ ρηγῶν τοῖς κηρύττουσιν αὐτοῦ τὸν λόγον, ἵνα διὰ τῆς | |
10 | γαστριμαργίας ἡ διδασκαλία τοῦ λόγου κρατύνηται. | |
Haec Eusebius affert lib. v. Hist. cap. 18. Et proxime post ait, Καὶ ταῦτα μὲν περὶ τοῦ Μοντάνου· καὶ περὶ τῶν προφητίδων δὲ αὐτοῦ ὑποκαταβὰς οὕτω γράφει· | 467 | |
2 | Δείκνυμεν οὖν αὐτὰς πρώτας τὰς προφήτιδας ταύτας, ἀφ’ οὗ τοῦ πνεύματος ἐπληρώθησαν, τοὺς ἄνδρας κατα‐ λιπούσας. πῶς οὖν ἐψεύδοντο Πρίσκαν παρθένον ἀπο‐ καλοῦντες; | |
5 | Εἶτ’ (inquit Eusebius) ἐπιφέρει λέγων· | |
3 | Οὐ δοκεῖ σοι πᾶσα γραφὴ κωλύειν προφήτην λαμβά‐ νειν δῶρα καὶ χρήματα; ὅταν οὖν ἴδω τὴν προφῆτιν εἰληφυῖαν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πολυτελεῖς ἐσ‐ θῆτας πῶς αὐτὴν μὴ παραιτήσωμαι; | |
5 | Αὖθις δὲ ὑποκαταβὰς (Eusebius inquit) περί τινος τῶν κατ’ αὐ‐ τοὺς ὁμολογητῶν, ταῦτα φησίν· | |
4 | Ἔτι δὲ καὶ Θεμίσων ὁ τὴν ἀξιόπιστον πλεονεξίαν ἠμφιεσμένος, ὁ μὴ βαστάσας τῆς ὁμολογίας τὸ σημεῖον, ἀλλὰ πλήθει χρημάτων ἀποθέμενος τὰ δεσμά· δέον ἐπὶ τούτῳ ταπεινοφρονεῖν, ὡς μάρτυς καυχώμενος, ἐτόλμησε | |
5 | μιμούμενος τὸν ἀπόστολον, καθολικήν τινα συνταξά‐ | |
μενος ἐπιστολήν· κατηχεῖν μὲν τοὺς ἄμεινον αὐτοῦ πεπιστευκότας· συναγωνίζεσθαι δὲ τοῖς τῆς κενοφωνίας λόγοις· βλασφημῆσαι δὲ εἰς τὸν Κύριον καὶ τοὺς ἀπο‐ στόλους, καὶ τὴν ἁγίαν ἐκκλησίαν. | 468 | |
10 | Καὶ περὶ ἑτέρων δὲ αὖθις (inquit Eusebius) τῶν κατ’ αὐτοὺς τετιμημένων ὡς δὴ μαρτύρων, οὕτω γράφει. | |
5 | Ἵνα δὲ μὴ περὶ πλειόνων λέγωμεν, ἡ προφῆτις (vide notam) ἡμῖν εἰπάτω τὰ κατὰ Ἀλέξανδρον τὸν λέ‐ γοντα ἑαυτὸν μάρτυρα· ᾧ συνεστιᾶται· ᾧ προσκυνοῦσι καὶ αὐτῷ (for. αὐτῶν VAL.) πολλοί· οὗ τὰς λῃστείας καὶ | |
5 | τὰ ἄλλα τολμήματα ἐφ’ οἷς κεκόλασται, οὐχ’ ἡμᾶς δεῖ λέγειν, ἀλλὰ ὁ ὀπισθόδομος ἔχει. τίς οὖν τίνι χαρίζεται τὰ ἁμαρτήματα; πότερον ὁ προφήτης τὰς λῃστείας τῷ μάρτυρι, ἢ ὁ μάρτυς τῷ προφήτῃ τὰς πλεονεξίας; εἰρηκότος γὰρ τοῦ Κυρίου, μὴ κτήσησθε χρυσὸν μήτε | |
10 | ἄργυρον μήτε δύο χιτῶνας, οὗτοι πᾶν τοὐναντίον, πεπλημμελήκασι περὶ τὰς τούτων τῶν ἀπηγορευμένων κτήσεις. δείξομεν γὰρ τοὺς λεγομένους παρ’ αὐτοῖς προ‐ | |
φήτας καὶ μάρτυρας, μὴ μόνον παρὰ πλουσίων, ἀλλὰ καὶ παρὰ πτωχῶν καὶ ὀρφανῶν καὶ χηρῶν κερματιζο‐ | 469 | |
15 | μένους. καὶ εἰ πεποίθησιν ἔχουσιν, στήτωσαν ἐν τούτῳ, καὶ διορισάσθωσαν ἐπὶ τούτοις· ἵνα ἐὰν ἐλεγχθῶσι, κᾂν τοῦ λοιποῦ παύσωνται πλημμελοῦντες. δεῖ γὰρ τοὺς καρποὺς δοκιμάζεσθαι τοῦ προφήτου· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ ξύλον γινώσκεται. ἵνα δὲ τοῖς βουλομένοις τὰ | |
20 | κατὰ Ἀλέξανδρον ᾖ γνώριμα· κέκριται ὑπὸ Αἰμιλίου Φροντίνου ἀνθυπάτου ἐν Ἐφέσῳ, οὐ διὰ τὸ ὄνομα, ἀλλὰ δι’ ἃς ἐτόλμησε λῃστείας, ὢν ἤδη παραβάτης· εἶτα ἐπι‐ ψευσάμενος τῷ ὀνόματι τοῦ Κυρίου, ἀπολέλυται πλα‐ νήσας τοὺς ἐκεῖ πιστούς. καὶ ἡ ἰδία παροικία αὐτὸν ὅθεν | |
25 | ἦν οὐκ ἐδέξατο, διὰ τὸ εἶναι αὐτὸν λῃστήν· καὶ οἱ θέ‐ λοντες μαθεῖν τὰ κατ’ αὐτὸν, ἔχουσι τὸ τῆς Ἀσίας δη‐ μόσιον ἀρχεῖον· ὃν ὁ προφήτης συνόντα πολλοῖς ἔτεσιν ἀγνοεῖ, τοῦτον ἐλέγχοντες ἡμεῖς, δι’ αὐτοῦ καὶ τὴν ὑπό‐ στασιν ἐξελέγχομεν τοῦ προφήτου. τὸ δὲ ὅμοιον ἐπὶ | |
30 | πολλῶν δυνάμεθα ἀποδεῖξαι. καὶ εἰ θαῤῥοῦσιν, ὑπομει‐ | |
νάτωσαν τὸν ἔλεγχον. Πάλιν τε αὖ (inquit Eusebius) ἐν ἑτέρῳ τόπῳ τοῦ συγγράμ‐ ματος, περὶ ὧν αὐχοῦσι προφητῶν, ἐπιλέγει ταῦτα· | 470 | |
6 | Ἐὰν ἀρνῶνται δῶρα τοὺς προφήτας αὐτῶν εἰληφέναι· τοῦτο ὁμολογησάτωσαν, ὅτι ἐὰν ἐλεγχθῶσιν εἰληφότες, οὐκ εἰσὶ προφῆται· καὶ μυρίας ἀποδείξεις τούτων παρα‐ στήσομεν. ἀναγκαῖον δέ ἐστι πάντας καρποὺς δοκιμά‐ | |
5 | ζεσθαι προφήτου. προφήτης, εἰπέ μοι, βάπτεται; προ‐ φήτης στιβίζεται; προφήτης φιλοκοσμεῖ; προφήτης τάβλαις καὶ κύβοις παίζει; προφήτης δανείζει; ταῦτα ὁμολογησάτωσαν πότερον ἔξεστιν ἢ μή· ἐγὼ δὲ ὅτι γέ‐ γονε παρ’ αὐτοῖς δείξω. | |
7 | Ὁ δ’ αὐτὸς οὗτος Ἀπολλώνιος (subdit Eusebius) κατὰ τὸ αὐτὸ σύγγραμμα ἱστορεῖ, ὡς ἄρα τεσσαρακοστὸν ἐτύγχανεν ἔτος ἐπὶ τὴν τοῦ συγγράμματος αὐτοῦ γραφὴν, ἐξ οὗ τῇ προσποιήτῳ αὐτοῦ προ‐ φητείᾳ ὁ Μοντανὸς ἐπικεχείρηκε· καὶ πάλιν φησὶν, ὡς ἄρα Ζωτικὸς | |
5 | οὗ καὶ ὁ πρότερος συγγραφεὺς ἐμνημόνευσεν, ἐν Πεπούζοις προφη‐ τεύειν ἤδη προσποιουμένης τῆς Μαξιμίλλης ἐπιστὰς, διελέγξαι τὸ ἐνεργοῦν ἐν αὐτῇ πνεῦμα πεπείραται· ἐκωλύθη γεμὴν πρὸς τῶν τὰ ἐκείνης φρονούντων. καὶ Θρασέα δέ τινος τῶν τότε μαρτύρων μνη‐ | |
μονεύει. ἔτι δὲ ὡς ἐκ παραδόσεως τὸν Σωτῆρα φησὶ προστεταχέναι | 471 | |
10 | τοῖς αὐτοῦ ἀποστόλοις, ἐπὶ δώδεκα ἔτεσι μὴ χωρισθῆναι τῆς Ἱερου‐ σαλήμ. κέχρηται δὲ καὶ μαρτυρίαις ἀπὸ τῆς Ἰωάννου ἀποκαλύψεως· καὶ νεκρὸν δὲ δυνάμει θείᾳ πρὸς αὐτοῦ Ἰωάννου ἐν τῇ Ἐφέσῳ ἐγη‐ γέρθαι ἱστορεῖ. καὶ ἄλλα τινὰ φησὶ, δι’ ὧν ἱκανῶς τῆς προειρη‐ | |
μένης αἱρέσεως πληρέστατα διηύθυνε τὴν πλάνην. | 472 |